Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.114 Dem. 20.117 (English) >>Dem. 20.119

20.115τίνι χρώμενος τεκμηρίῳ; ὅτι Λυσιμάχῳ δωρειάν, ἑνὶ τῶν τότε χρησίμων, ἑκατὸν μὲν ἐν Εὐβοίᾳ πλέθρα γῆς πεφυτευμένης ἔδοσαν, ἑκατὸν δὲ ψιλῆς, ἔτι δʼ ἀργυρίου μνᾶς ἑκατόν, καὶ τέτταρας τῆς ἡμέρας δραχμάς. καὶ τούτων ψήφισμʼ ἔστιν Ἀλκιβιάδου, ἐν ταῦτα γέγραπται. τότε μὲν γὰρ πόλις ἡμῶν καὶ γῆς ηὐπόρει καὶ χρημάτων, νῦν δʼ εὐπορήσει· δεῖ γὰρ οὕτω λέγειν καὶ μὴ βλασφημεῖν. καίτοι τίνʼ οὐκ ἂν οἴεσθε νῦν τὸ τρίτον μέρος τούτων ἀντὶ τῆς ἀτελείας ἑλέσθαι; ὅτι τοίνυν ἀληθῆ λέγω, λαβέ μοι τὸ ψήφισμα τουτί.Ψήφισμα

20.116ὅτι μὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ τοῖς προγόνοις ὑμῶν ἔθος ἦν τοὺς χρηστοὺς τιμᾶν, δηλοῖ τὸ ψήφισμα τουτί· εἰ δὲ μὴ τοῖς αὐτοῖς οἷσπερ ἡμεῖς νῦν, ἕτερόν τι τοῦτʼ ἂν εἴη. εἰ τοίνυν μήτε Λυσίμαχον μήτʼ ἄλλον μηδένα μηδὲν εὑρῆσθαι παρὰ τῶν προγόνων ἡμῶν συγχωρήσαιμεν, τί μᾶλλον, οἷς ἔδομεν νῦν ἡμεῖς, διὰ τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν; 20.117οὐ γὰρ οἱ μὴ δόντες μὴ ʼδόκει δεινόν εἰσιν οὐδὲν εἰργασμένοι, ἀλλʼ οἱ δόντες μέν, πάλιν δʼ ὕστερον μηδὲν ἐγκαλοῦντες ἀφαιρούμενοι. εἰ μὲν γάρ τις ἔχει δεῖξαι κἀκείνους ὧν ἔδοσάν τῴ τι, τοῦτʼ ἀφῃρημένους, συγχωρῶ καὶ ὑμᾶς ταὐτὸ τοῦτο ποιῆσαι, καίτοι τοῦτό γʼ αἰσχρὸν ὁμοίως· εἰ δὲ μηδʼ ἂν εἷς ἐν ἅπαντι τῷ χρόνῳ τοῦτʼ ἔχοι δεῖξαι γεγονός, τίνος εἵνεκʼ ἐφʼ ἡμῶν πρώτων καταδειχθῇ τοιοῦτον ἔργον;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.114 Dem. 20.117 (English) >>Dem. 20.119

Powered by PhiloLogic